Κατά Ιωάννην Κ.10 _
11,12,13
11 ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός.
ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ
τίθησιν ὑπὲρ τῶν προβάτων·
12 ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν,
οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια,
θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ
ἀφίησι τὰ πρόβατα καὶ φεύγει·
καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ
σκορπίζει τὰ πρόβατα.
13 ὁ δἑ μισθωτὸς φεύγει,
ὅτι μισθωτός ἐστι καὶ
οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων.