Αναζήτηση αυτού του ιστολογίου

Σάββατο 2 Μαρτίου 2024

Κυριακή του ευσπλάχνου Πατρός !

  «Ὢ πόσων ἀγαθῶν, ὁ ἄθλιος ἐμαυτὸν ἐστέρησα! ὢ ποίας βασιλείας ἐξέπεσα ὁ ταλαίπωρος ἐγώ! τὸν πλοῦτον ἠνάλωσα, ὅν περ ἔλαβον, τὴν ἐντολὴν παρέβην. Οἴμοι τάλαινα ψυχὴ! τῷ πυρὶ τῷ αἰωνίῳ λοιπὸν καταδικάζεσαι· διὸ πρὸ τέλους βόησον Χριστῷ τῷ Θεῷ. Ὡς τὸν Ἄσωτον δέξαι με υἱόν, ὁ Θεός, καὶ ἐλέησόν με».

  «Τῆς πατρικῆς δωρεὰς διασκορπίσας τὸν πλοῦτον, ἀλόγοις συνεβοσκόμην ὁ τάλας κτήνεσι, καὶ τῆς αὐτῶν ὀρεγόμενος τροφῆς ἐλίμωττον μὴ χορταζόμενος, ἀλλ' ὑποστρέψας πρὸς τὸν εὔσπλαγχνον Πατέρα, κραυγάζω σὺν δάκρυσι· Δέξαι με ὡς μίσθιον, προσπίπτοντα τῇ φιλανθρωπίᾳ σου, καὶ σῶσόν με».

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου