Αναζήτηση αυτού του ιστολογίου

Κυριακή 12 Απριλίου 2020

Πάντα έτσι ήταν ... ποιοι σταύρωσαν τον Χριστό ;;;


 Κυριακή των Βαΐων _ Εωθινό Ευαγγέλιο

Ἐκ τοῦ κατὰ Ματθαῖον, κα΄ 1 - 11,15 - 17
" … οἱ δὲ ὄχλοι οἱ προάγοντες (αὐτὸν) καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες· Ὡσαννὰ τῷ υἱῷ Δαυῒδ· εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι Κυρίου· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις. καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα πόλις λέγουσα· Τίς ἐστιν οὗτος; οἱ δὲ ὄχλοι ἔλεγον· Οὗτός ἐστιν Ἰησοῦς προφήτης ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας. ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἐποίησε καὶ τοὺς παῖδας κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας, ὡσαννὰ τῷ υἱῷ Δαυῒδ, ἠγανάκτησαν καὶ εἶπον αὐτῷ· Ἀκούεις τί οὗτοι λέγουσιν; δὲ Ἰησοῦς λέγει αὐτοῖς· Ναί· οὐδέποτε ἀνέγνωτε ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον; καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν καὶ ηὐλίσθη ἐκεῖ ... "


Από τους Αίνους Κυριακής των Βαΐων

« Ἐξέλθετε ἔθνη, ἐξέλθετε καὶ λαοί, καὶ θεάσασθε σήμερον, τὸν Βασιλέα τῶν οὐρανῶν, ὡς ἐπὶ θρόνου ὑψηλοῦ, ἐπὶ πώλου εὐτελοῦς, τὴν Ἱερουσαλὴμ προσεπιβαίνοντα, γενεὰ Ἰουδαίων, ἄπιστε καὶ μοιχαλίς, δεῦρο, θέασαι, ὃν εἶδεν Ἡσαΐας ἐν σαρκὶ δι' ἡμᾶς παραγενόμενον, πῶς νυμφεύεται ὡς σώφρονα, τὴν νέαν Σιών, καὶ ἀποβάλλεται τὴν κατάκριτον συναγωγήν· ὡς ἐν ἀφθάρτῳ δὲ γάμῳ καὶ ἀμιάντῳ, ἀμίαντοι συνέδραμον εὐφημοῦντες, οἱ ἀπειρόκακοι Παῖδες μεθ' ὧν ὑμνοῦντες βοήσωμεν ὕμνον τόν Ἀγγελικόν. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, τῷ ἔχοντι τὸ μέγα ἔλεος»

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου